Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.349 Joseph. AJ 17.355 (English) >>Joseph. AJ 18.1

17.353ἀλλʼ οὐκ ἔγωγε λήθην ποιήσομαι εὐνοίας τῆς σῆς, ἀπαλλάξω δέ σε παντὸς τοῦ ὀνειδιοῦντος ἐμὴν ὥσπερ ἦν κατασκευασάμενος.” ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετʼ ὀλίγας ἡμέρας τελευτᾷ τὸν βίον. 17.354

Ἐγὼ δὲ οὐκ ἀλλότρια νομίσας αὐτὰ τῷδε τῷ λόγῳ εἶναι διὰ τὸ περὶ τῶν βασιλέων αὐτὸν ἐνεστηκέναι καὶ ἄλλως ἐπὶ παραδείγματι φέρειν τοῦ τε ἀμφὶ τὰς ψυχὰς ἀθανασίας ἐμφεροῦς καὶ τοῦ θείου προμηθείᾳ τὰ ἀνθρώπεια περιειληφότος τῇ αὐτοῦ, καλῶς ἔχειν ἐνόμισα εἰπεῖν. ὅτῳ δὲ ἀπιστεῖται τὰ τοιάδε γνώμης ὀνινάμενος τῆς ἑαυτοῦ κώλυμα οὐκ ἂν γένοιτο τῷ ἐπʼ ἀρετὴν αὐτῷ προστιθεμένῳ. 17.355τῆς δʼ Ἀρχελάου χώρας ὑποτελοῦς προσνεμηθείσης τῇ Σύρων πέμπεται Κυρίνιος ὑπὸ Καίσαρος ἀνὴρ ὑπατικὸς ἀποτιμησόμενός τε τὰ ἐν Συρίᾳ καὶ τὸν Ἀρχελάου ἀποδωσόμενος οἶκον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.349 Joseph. AJ 17.355 (English) >>Joseph. AJ 18.1

Powered by PhiloLogic